Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.1 Joseph. AJ 20.3 (English) >>Joseph. AJ 20.8

20.1

Τελευτήσαντος note δὲ τοῦ βασιλέως Ἀγρίππα, καθὼς ἐν τῇ πρὸ ταύτης ἀπηγγέλκαμεν βίβλῳ, πέμπει Μάρσῳ διάδοχον Κλαύδιος Καῖσαρ Κάσσιον Λογγῖνον, μνήμῃ τῇ τοῦ βασιλέως τοῦτο χαριζόμενος, πολλὰ διὰ γραμμάτων ὑπʼ αὐτοῦ περιόντος ἀξιωθεὶς μηκέτι Μάρσον τῶν κατὰ τὴν Συρίαν πραγμάτων προΐστασθαι. 20.2Φᾶδος δὲ ὡς εἰς τὴν Ἰουδαίαν ἐπίτροπος ἀφίκετο, καταλαμβάνει στασιάσαντας τοὺς τὴν Περαίαν κατοικοῦντας Ἰουδαίους πρὸς Φιλαδελφηνοὺς περὶ ὅρων κώμης μιᾶς λεγομένης πολεμίων ἀνδρῶν ἀνάπλεω· καὶ δὴ οἱ τῆς Περαίας χωρὶς γνώμης τῆς τῶν πρώτων παρʼ αὐτοῖς ἀναλαβόντες τὰ ὅπλα πολλοὺς τῶν Φιλαδελφηνῶν διαφθείρουσιν. 20.3ταῦτα πυθόμενον τὸν Φᾶδον σφόδρα παρώξυνεν, ὅτι μὴ τὴν κρίσιν αὐτῷ παραλίποιεν, εἴπερ ὑπὸ τῶν Φιλαδελφηνῶν ἐνόμιζον ἀδικεῖσθαι, ἀλλʼ ἐφʼ ὅπλα χωρήσειαν. 20.4λαβὼν οὖν τρεῖς τοὺς πρώτους αὐτῶν τοὺς καὶ τῆς στάσεως αἰτίους δῆσαι προσέταξεν, εἶτα τὸν μὲν αὐτῶν ἀνεῖλεν, Ἀννίβας δʼ ἦν ὄνομα τούτῳ, Ἀμαράμῳ δὲ καὶ Ἐλεαζάρῳ τοῖς δυσὶ φυγὴν ἐπέβαλεν. 20.5ἀναιρεῖται δὲ καὶ Θολομαῖος ἀρχιλῃστὴς μετʼ οὐ πολὺν χρόνον ἀχθεὶς ἐπʼ αὐτὸν διατεθεικὼς μέγιστα κακὰ τὴν Ἰδουμαίαν καὶ τοὺς Ἄραβας, ἐκαθάρθη τε λῃστηρίων ἅπασα τοὐντεῦθεν Ἰουδαία προνοίᾳ καὶ φροντίδι τῇ Φάδου· 20.6ὃς δὴ καὶ τότε μεταπεμψάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς πρώτους τῶν Ἱεροσολυμιτῶν παρῄνεσεν αὐτοῖς τὸν ποδήρη χιτῶνα καὶ τὴν ἱερὰν στολήν, ἣν φορεῖν μόνος ἀρχιερεὺς ἔθος ἔχει, εἰς τὴν Ἀντωνίαν, ἥπερ ἐστὶ φρούριον, καταθέσθαι κεισομένην ὑπὸ τῇ Ῥωμαίων ἐξουσίᾳ, καθὰ δὴ καὶ πρότερον ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.1 Joseph. AJ 20.3 (English) >>Joseph. AJ 20.8

Powered by PhiloLogic